Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.30.1 | Hdt. 1.30.5 (English) | >>Hdt. 1.31.5 |
1.30.3 ὁ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα · Σόλων δὲ οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ἐόντι χρησάμενος λέγει · “ὦ βασιλεῦ , Τέλλον Ἀθηναῖον .”
1.30.4 ἀποθωμάσας δὲ Κροῖσος τὸ λεχθὲν εἴρετο ἐπιστρεφέως · “κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον ;” ὁ δὲ εἶπε · “Τέλλῳ τοῦτο μὲν τῆς πόλιος εὖ ἡκούσης παῖδες ἦσαν καλοί τε κἀγαθοί , καί σφι εἶδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα · τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι , ὡς τὰ παρʼ ἡμῖν , τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο ·
1.30.5 γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι , βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα , καί μιν Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ περ ἔπεσε καὶ ἐτίμησαν μεγάλως .”
ch. 31
1.31.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.30.1 | Hdt. 1.30.5 (English) | >>Hdt. 1.31.5 |